Eupolemus

From Clement of Alexandria, Miscellanies 1.21:

 

Ἀλέξανδρος δὲ ὁ Πολυΐστωρ ἐπικληθεὶς ἐν τῷ περὶ Ἰουδαίων συγγράμματι ἀνέγραψέν τινας ἐπιστολὰς Σολομῶνος μὲν πρός τε Οὐάφρην τὸν Αἰγύπτου βασιλέα πρός τε τὸν Φοινίκης Τυρίων τάς τε αὐτῶν πρὸς Σολομῶντα, καθ᾽ ἃς δείκνυται ὁ μὲν Οὐάφρης ὀκτὼ μυριάδας ἀνδρῶν Αἰγυπτίων ἀπεσταλκέναι αὐτῷ εἰς οἰκοδομὴν τοῦ νεώ, ἅτερος δὲ τὰς ἴσας σὺν ἀρχιτέκτονι Τυρίῳ ἐκ μητρὸς Ἰουδαίας ἐκ τῆς φυλῆς Δαβίδ, ὡς ἐκεῖ γέγραπται, Ὑπέρων τοὔνομα. ….

 

And Alexander, surnamed Polyhistor, in his work on the Jews, has transcribed some letters of Solomon to Vaphres king of Egypt, and to the king of the Phoenicians at Tyre, and theirs to Solomon; in which it is shown that Vaphres sent eighty thousand Egyptian men to him for the building of the temple, and the other as many, along with a Tyrian artificer, the son of a Jewish mother, of the tribe of Dan, as is there written, of the name of Hyperon. ….

 

Ἔτι δὲ καὶ Εὐπόλεμος ἐν τῇ ὁμοίᾳ πραγματείᾳ τὰ πάντα ἔτη φησὶν ἀπὸ Ἀδὰμ ἄχρι τοῦ πέμπτου ἔτους Δημητρίου βασιλείας Πτολεμαίου τὸ δωδέκατον βασιλεύοντος Αἰγύπτου συνάγεσθαι ἔτη, ερμθ ́. ἀφ᾽ οὗ δὲ χρόνου ἐξήγαγε Μωυσῆς τοὺς Ἰουδαίους ἐξ Αἰγύπτου ἐπὶ τὴν προειρημένην προθεσμίαν συνάγεσθαι ἔτη {δισ}χίλια πεντακόσια ὀγδοήκοντα. ἀπὸ δὲ τοῦ χρόνου τούτου ἄχρι τῶν ἐν Ῥώμῃ ὑπάτων Γναίου Δομετίου καὶ Ἀσινίου συναθροίζεται ἔτη ἑκατὸν εἴκοσι.

 

Besides, Eupolemus, in a similar work, says that all the years from Adam to the fifth year of Ptolemy Demetrius, who reigned twelve years in Egypt, when added, amount to five thousand a hundred and forty-nine; and from the time that Moses brought out the Jews from Egypt to the above-mentioned date, there are, in all, two thousand five hundred and eighty years. And from this time till the consulship in Rome of Caius Domitian and Casian, a hundred and twenty years are computed.

 

From Clement of Alexandria, Miscellanies 1.23:

 

Εὐπόλεμος δὲ ἐν τῷ περὶ τῶν ἐν τῇ Ἰουδαίᾳ βασιλέων τὸν Μωυσῆ φησι πρῶτον σοφὸν γενέσθαι καὶ γραμματικὴν πρῶτον τοῖς Ἰουδαίοις παραδοῦναι καὶ παρὰ Ἰουδαίων Φοίνικας παραλαβεῖν, Ἕλληνας δὲ παρὰ Φοινίκων.

 

And Eupolemus, in his book on the kings in Judea, says that “Moses was the first wise man, and the first that imparted grammar to the Jews, that the Phoenicians received it from the Jews, and the Greeks from the Phoenicians.”

 

From Eusebius, Preparation 9.17-18:

 

Συνᾴδει δὲ τούτοις καὶ ὁ Πολυΐστωρ Ἀλέξανδρος, πολύνους ὢν καὶ πολυμαθὴς ἀνὴρ τοῖς τε μὴ πάρεργον τὸν ἀπὸ παιδείας καρπὸν πεποιημένοις Ἕλλησι γνωριμώτατος, ὃς ἐν τῇ Περὶ Ἰουδαίων συντάξει τὰ κατὰ τὸν Ἁβραὰμ τοῦτον ἱστορεῖ κατὰ λέξιν τὸν τρόπον· «Εὐπόλεμος δὲ ἐν τῷ περὶ Ἰουδαίων τῆς Ἀσσυρίας φησὶ πόλιν Βαβυλῶνα πρῶτον μὲν κτισθῆναι ὑπὸ τῶν διασωθέντων ἐκ τοῦ κατακλυσμοῦ· εἶναι δὲ αὐτοὺς γίγαντας, οἰκοδομεῖν δὲ τὸν ἱστορούμενον πύργον. Πεσόντος δὲ τούτου ὑπὸ τῆς τοῦ θεοῦ ἐνεργείας τοὺς γίγαντας διασπαρῆναι καθ’ ὅλην τὴν γῆν. Δεκάτῃ δὲ γενεᾷ, φησίν, ἐν πόλει τῆς Βαβυλωνίας Καμαρίνῃ, ἥν τινας λέγειν πόλιν Οὐρίην εἶναι δὲ μεθερμηνευομένην Χαλδαίων πόλιν, ἢ ἐν τρισκαιδεκάτῃ γενέσθαι Ἁβραὰμ γενεᾷ, εὐγενείᾳ καὶ σοφίᾳ πάντας ὑπερβεβηκότα, ὃν δὴ καὶ τὴν ἀστρολογίαν καὶ Χαλδαϊκὴν εὑρεῖν ἐπί τε τὴν εὐσέβειαν ὁρμήσαντα εὐαρεστῆσαι τῷ θεῷ. Τοῦτον δὲ διὰ τὰ προστάγματα τοῦ θεοῦ εἰς Φοινίκην ἐλθόντα κατοικῆσαι, καὶ τροπὰς ἡλίου καὶ σελήνης καὶ τὰ ἄλλα πάντα διδάξαντα τοὺς Φοίνικας εὐαρεστῆσαι τῷ βασιλεῖ αὐτῶν. Ὕστερον δὲ Ἀρμενίους ἐπιστρατεῦσαι τοῖς Φοίνιξι· νικησάντων δὲ καὶ αἰχμαλωτισαμένων τὸν ἀδελφιδοῦν αὐτοῦ τὸν Ἁβραὰμ μετὰ οἰκετῶν βοηθήσαντα ἐγκρατῆ γενέσθαι τῶν αἰχμαλωτισαμένων καὶ τῶν πολεμίων αἰχμαλωτίσαι τέκνα καὶ γυναῖκας. Πρέσβεων δὲ παραγενομένων πρὸς αὐτὸν ὅπως χρήματα λαβὼν ἀπολυτρώσῃ ταῦτα, μὴ προελέσθαι τοῖς δυστυχοῦσιν ἐπεμβαίνειν, ἀλλὰ τὰς τροφὰς λαβόντα τῶν νεανίσκων ἀποδοῦναι τὰ αἰχμάλωτα ξενισθῆναί τε αὐτὸν ὑπὸ πόλεως ἱερὸν Ἀργαριζίν, ὃ εἶναι μεθερμηνευόμενον ὄρος ὑψίστου· παρὰ δὲ τοῦ Μελχισεδὲκ ἱερέως ὄντος τοῦ θεοῦ καὶ βασιλεύοντος λαβεῖν δῶρα. Λιμοῦ δὲ γενομένου τὸν Ἁβραὰμ ἀπαλλαγῆναι εἰς Αἴγυπτον πανοικίᾳ κἀκεῖ κατοικεῖν τήν τε γυναῖκα αὐτοῦ τὸν βασιλέα τῶν Αἰγυπτίων γῆμαι, φάντος αὐτοῦ ἀδελφὴν εἶναι. Περισσότερον δ’ ἱστόρησεν ὅτι οὐκ ἠδύνατο αὐτῇ συγγενέσθαι καὶ ὅτι συνέβη φθείρεσθαι αὐτοῦ τὸν λαὸν καὶ τὸν οἶκον, μάντεις δὲ αὐτοῦ καλέσαντος τούτους φάναι μὴ εἶναι χήραν τὴν γυναῖκα· τὸν δὲ βασιλέα τῶν Αἰγυπτίων οὕτως ἐπιγνῶναι ὅτι γυνὴ ἦν τοῦ Ἁβραὰμ καὶ ἀποδοῦναι αὐτὴν τῷ ἀνδρί. Συζήσαντα δὲ τὸν Ἁβραὰμ ἐν Ἡλιουπόλει τοῖς Αἰγυπτίων ἱερεῦσι πολλὰ μεταδιδάξαι αὐτοὺς καὶ τὴν ἀστρολογίαν καὶ τὰ λοιπὰ τοῦτον αὐτοῖς εἰση γήσασθαι, φάμενον Βαβυλωνίους ταῦτα καὶ αὑτὸν εὑρηκέναι, τὴν δὲ εὕρεσιν αὐτῶν εἰς Ἐνὼχ ἀναπέμπειν, καὶ τοῦτον εὑρηκέναι πρῶτον τὴν ἀστρολογίαν, οὐκ Αἰγυπτίους. Βαβυλωνίους γὰρ λέγειν πρῶτον γενέσθαι Βῆλον, ὃν εἶναι Κρόνον· ἐκ τούτου δὲ γενέσθαι Βῆλον καὶ Χαναάν, τοῦτον δὲ τὸν Χαναὰν γεννῆσαι τὸν πατέρα τῶν Φοινίκων, τούτου δὲ Χοὺμ υἱὸν γενέσθαι, ὃν ὑπὸ τῶν Ἑλλήνων λέγεσθαι Ἄσβολον, πατέρα δὲ Αἰθιόπων, ἀδελφὸν δὲ τοῦ Μεστραείμ, πατρὸς Αἰγυπτίων· Ἕλληνας δὲ λέγειν τὸν Ἄτλαντα εὑρηκέναι ἀστρολογίαν, εἶναι δὲτὸν Ἄτλαντα τὸν αὐτὸν καὶ Ἐνώχ· τοῦ δὲ Ἐνὼχ γενέσθαι υἱὸν Μαθουσάλαν,ὃν πάντα δι’ ἀγγέλων θεοῦ γνῶναι καὶ ἡμᾶς οὕτως ἐπιγνῶναι.»

 

And with this agrees also Alexander Polyhistor, a man of great intellect and much learning, and very well known to those Greeks who have gathered the fruits of education in no perfunctory manner: for in his compilation concerning the Jews he records the history of this man Abraham in the following manner word for word: “Eupolemus in his book concerning the Jews of Assyria says that the city Babylon was first founded by those who escaped from the Deluge; and that they were giants, and built the tower renowned in history. But when this had been overthrown by the act of God, the giants were dispersed over the whole earth. And in the tenth generation, he says, in Camarina a city of Babylonia, which some call the city Uria (and which is by interpretation the city of the Chaldees), in the thirteenth generation, Abraham was born, who surpassed all men in nobility and wisdom, who was also the inventor of astronomy and the Chaldaic art, and pleased God well by his zeal towards religion. By reason of God’s commands this man came and dwelt in Phoenicia, and pleased their king by teaching the Phoenicians the changes of the sun and moon and all things of that kind. And afterwards the Armenians invaded the Phoenicians; and when they had been victorious, and had taken his nephew prisoner, Abraham came to the rescue with his servants, and prevailed over the captors, and made prisoners of the wives and children of the enemy. And when there came to him ambassadors asking that he would ransom them for money, he did not choose to trample upon the unfortunate, but on receiving food for his young men restored the booty; he was also admitted as a guest into the temple of the city called Argarizin, which being interpreted is “Mount of the Most High,” and received gifts from Melchizedek, who was the king, and the priest of God. But when there came a famine Abraham removed into Egypt with all his household, and dwelt there, and the king of Egypt took his wife in marriage, Abraham having said that she was his sister. He also related fully that the king was unable to consort with her, and that it came to pass that his people and his household were perishing. And when he had called for the soothsayers, they said that the woman was not a widow; and thus the king of Egypt learned that she was Abraham’s wife, and gave her back to her husband. And Abraham dwelt with the Egyptian priests in Heliopolis and taught them many things; and it was he who introduced astronomy and the other sciences to them, saying that the Babylonians and himself had found these things out, but tracing back the first discovery to Enoch, and saying that he, and not the Egyptians, had first invented astrology.For the Babylonians say that the first man was Belus, who is Kronos; and that of him was born a son Belus, and Chanaan; and that this Chanaan begat the father of the Phoenicians, and that his son was Churn, who is called by the Greeks Asbolus, and is father of the Aethiopians, and a brother of Mestraim the father of the Egyptians. But the Greeks say that Atlas invented astrology, and that Atlas is the same as Enoch: and that Enoch had a son Methuselah, who learned all things through angels of God, and thus we gained our knowledge.”

 

…. Ἐν δὲ ἀδεσπότοις εὕρομεν τὸν Ἁβραὰμ ἀναφέροντα εἰς τοὺς γίγαντας, τούτους δὲ οἰκοῦντας ἐν τῇ Βαβυλωνίᾳ διὰ τὴν ἀσέβειαν ὑπὸ τῶν θεῶν ἀναιρεθῆναι, ὧν ἕνα Βῆλον ἐκφεύγοντα τὸν θάνατον ἐν Βαβυλῶνι κατοικῆσαι πύργον τε κατασκευάσαντα ἐν αὐτῷ διαιτᾶσθαι, ὃν δὴ ἀπὸ τοῦ κατασκευάσαντος Βήλου Βῆλον ὀνομασθῆναι. τὸν δὲ Ἅβραμον τὴν ἀστρολογικὴν ἐπιστήμην παιδευθέντα πρῶτον μὲν ἐλθεῖν εἰς Φοινίκην καὶ τοὺς Φοίνικας ἀστρολογίαν διδάξαι, ὕστερον δὲ εἰς Αἴγυπτον παραγενέσθαι.

 

…. In certain anonymous works, however, we found that Abraham traced back his origin to the giants, and that they dwelling in Babylonia were destroyed by the gods for their impiety; but that one of them, named Belus, escaped death and settled in Babylon, and lived in a tower which he had built, and which was called Belus from the Belus who built it: and that Abraham having been instructed in the science of astrology came first into Phoenicia, and taught astrology to the Phoenicians, and afterwards passed on into Egypt.

 

[This entire passage is not actually from Eupolemus, and its probably Samaritan author is known to scholars only as pseudo-Eupolemus.]

 

From Eusebius, Preparation 9.25-26:

 

Τοσαῦτα καὶ περὶ τούτων ὁ Πολυΐστωρ. Καὶ περὶ Μωσέως δὲ ὁ αὐτὸς πλεῖστα παρατίθεται, ὧν καὶ αὐτῶν ἐπακοῦσαι ἄξιον· Εὐπόλεμος δέ φησι τὸν Μωσῆν πρῶτον σοφὸν γενέσθαι καὶ γράμματα παραδοῦναι τοῖς Ἰουδαίοις πρῶτον, παρὰ δὲ Ἰουδαίων Φοίνικας παραλαβεῖν, Ἕλληνας δὲ παρὰ Φοινίκων, νόμους τε πρῶτον γράψαι Μωσῆν τοῖς Ἰουδαίοις.

 

So much says Polyhistor on this subject. And concerning Moses the same author again brings forward many things, which are worth hearing: “But Eupolemus says that the first wise man was Moses, and that he was the first to teach the Jews letters, and from the Jews the Phoenicians received them, and from the Phoenicians the Greeks, and that Moses was the first to give written laws to the Jews.”

 

From Eusebius, Preparation 9.30-34:

 

Εὐπόλεμος δέ φησιν ἔν τινι Περὶ τῆς Ἠλίου προφητείας Μωσῆν προφητεῦσαι ἔτη μ ́· εἶτα Ἰησοῦν, τὸν τοῦ Ναυῆ υἱόν, ἔτη λ ́· βιῶσαι δ᾽ αὐτὸν ἔτη ρι ́ πῆξαί τε τὴν ἱερὰν σκηνὴν ἐν Σιλοῖ.  μετὰ δὲ ταῦτα προφήτην γενέσθαι Σαμουήλ. εἶτα τῇ τοῦ θεοῦ βουλήσει ὑπὸ Σαμουὴλ Σαοῦλον βασιλέα αἱρεθῆναι, ἄρξαντα δὲ ἔτη κα ́ τελευτῆσαι.  εἶτα Δαβὶδ τὸν τούτου υἱὸν δυναστεῦσαι, ὃν καταστρέψασθαι Σύρους τοὺς παρὰ τὸν Εὐφράτην οἰκοῦντας ποταμὸν καὶ τὴν Κομμαγηνὴν καὶ τοὺς ἐν Γαλαδηνῇ Ἀσσυρίους καὶ Φοίνικας. στρατεῦσαι δ᾽ αὐτὸν καὶ ἐπὶ Ἰδουμαίους καὶ Ἀμμανίτας καὶ Μωαβίτας καὶ Ἰτουραίους καὶ Ναβαταίους καὶ Ναβδαίους,  αὖθις δὲ ἐπιστρατεῦσαι ἐπὶ Σούρωνα βασιλέα Τύρου καὶ Φοινίκης· οὓς καὶ ἀναγκάσαι φόρους Ἰουδαίοις ὑποτελεῖν· πρός τε Οὐαφρῆν τὸν Αἰγύπτιον βασιλέα φιλίαν συνθέσθαι.  βουλόμενόν τε τὸν Δαβὶδ οἰκοδομῆσαι ἱερὸν τῷ θεῷ ἀξιοῦν τὸν θεὸν τόπον αὐτῷ δεῖξαι τοῦ θυσιαστηρίου. ἔνθα δὴ ἄγγελον αὐτῷ ὀφθῆναι ἑστῶτα ἐπάνω τοῦ τόπου, οὗ τὸν βωμὸν ἱδρῦσθαι ἐν Ἱεροσολύμοις, καὶ κελεύειν αὐτὸν μὴ ἱδρύ{ε}σθαι τὸ ἱερόν, διὰ τὸ αἵματι ἀνθρωπίνῳ πεφύρθαι καὶ πολλὰ ἔτη πεπολεμηκέναι·  εἶναι δ᾽ αὐτῷ ὄνομα Διαναθάν· προστάξαι τε αὐτῷ τοῦτον ὅπως τῷ υἱῷ ἐπιτρέψῃ τὴν οἰκοδομίαν, αὐτὸν δὲ εὐτρεπίζειν τὰ πρὸς τὴν κατασκευὴν ἀνήκοντα, χρυσίον, ἀργύριον, χαλκόν, λίθους, ξύλα κυπαρίσσινα καὶ κέδρινα.  ἀκούσαντα δὲ τὸν Δαβὶδ πλοῖα ναυπηγήσασθαι ἐν Ἐλάνοις πόλει τῆς Ἀραβίας καὶ πέμψαι μεταλλευτὰς εἰς τὴν Οὐφρῆ νῆσον, κειμένην ἐν τῇ Ἐρυθρᾷ Θαλάσσῃ, μέταλλα χρυσικὰ ἔχουσαν· καὶ τὸ χρυσίον ἐκεῖθεν μετακομίσαι τοὺς μεταλλευτὰς εἰς τὴν Ἰουδαίαν.  βασιλεύσαντα δὲ τὸν Δαβὶδ ἔτη μ ́ Σολομῶνι τῷ υἱῷ τὴν ἀρχὴν παραδοῦναι, ὄντι ἐτῶν ιβ ́, ἐνώπιον Ἠλεὶ τοῦ ἀρχιερέως καὶ τῶν δώδεκα φυλάρχων καὶ παραδοῦναι αὐτῷ τόν τε χρυσὸν καὶ ἄργυρον καὶ χαλκὸν καὶ λίθον καὶ ξύλα κυπαρίσσινα καὶ κέδρινα. καὶ αὐτὸν μὲν τελευτῆσαι, Σολομῶνα δὲ βασιλεύειν καὶ γράψαι πρὸς Οὐαφρῆν τὸν Αἰγύπτου βασιλέα τὴν ὑπογεγραμμένην ἐπιστολήν. Βασιλεὺς Σολομῶν Οὐαφρῇ βασιλεῖ Αἰγύπτου φίλῳ πατρικῷ χαίρειν Γίνωσκέ με παρειληφότα τὴν βασιλείαν παρὰ Δαβὶδ τοῦ πατρὸς διὰ τοῦ θεοῦ τοῦ μεγίστου, [καὶ] ἐπιτεταχότος μοι οἰκοδομῆσαι ἱερὸν τῷ θεῷ, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν, ἅμα δέ σοι γράψαι ἀποστεῖλαί μοι τῶν παρὰ σοῦ λαῶν, οἳ παραστήσονταί μοι μέχρι τοῦ ἐπιτελέσαι πάντα κατὰ τὴν χρείαν, καθότι ἐπιτέτακται. Βασιλεὺς Οὐαφρῆς Σολομῶνι βασιλεῖ μεγάλῳ χαίρειν Ἅμα τῷ ἀναγνῶναι τὴν παρὰ σοῦ ἐπιστολὴν σφόδρα ἐχάρην καὶ λαμπρὰν ἡμέραν ἤγαγον ἐγώ τε καὶ ἡ δύναμίς μου πᾶσα ἐπὶ τῷ παρειληφέναι σε τὴν βασιλείαν παρὰ χρηστοῦ ἀνδρὸς καὶ δεδοκιμασμένου ὑπὸ τηλικούτου θεοῦ. περὶ δὲ ὧν γράφεις μοι, περὶ τῶν κατὰ τοὺς λαοὺς τοὺς παρ᾽ ἡμῖν, ἀπέσταλκά σοι μυριάδας ὀκτώ, ὧν καὶ τὰ πλήθη ἐξ ὧν εἰσι διασεσάφηκά σοι· ἐκ μὲν τοῦ Σεβριθίτου νομοῦ μυρίους, ἐκ δὲ τοῦ Μενδησίου καὶ Σεβεννύτου δισμυρίους· Βουσιρίτου, Λεοντοπολίτου καὶ Ἀθριβίτου ἀνὰ μυρίους. φρόντισον δὲ καὶ τὰ δέοντα αὐτοῖς καὶ τὰ ἄλλα, ὅπως εὐτακτῇ, καὶ ἵνα ἀποκατασταθῶσιν εἰς τὴν ἰδίαν, ὡς ἂν ἀπὸ τῆς χρείας γενόμενοι. Βασιλεὺς Σολομῶν Σούρωνι τῷ βασιλεῖ Τύρου καὶ Σιδῶνος καὶ Φοινίκης φίλῳ πατρικῷ χαίρειν Γίνωσκέ με παρειληφότα τὴν βασιλείαν παρὰ Δαβὶδ τοῦ πατρὸς διὰ τοῦ θεοῦ τοῦ μεγίστου, ἐπιτεταχότος μοι οἰκοδομῆσαι ἱερὸν τῷ θεῷ, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν, ἅμα δὲ καὶ σοὶ γράψαι ἀποστεῖλαί μοι τῶν παρὰ σοῦ λαῶν, οἳ συμπαραστήσονται ἡμῖν μέχρι τοῦ ἐπιτελέσαι τὴν τοῦ θεοῦ χρείαν, καθότι μοι ἐπιτέτακται. γέγραφα δὲ καὶ εἰς τὴν Γαλιλαίαν καὶ Σαμαρεῖτιν καὶ Μωαβῖτιν καὶ Ἀμμανῖτιν καὶ Γαλαδῖτιν χορηγεῖσθαι αὐτοῖς τὰ δέοντα ἐκ τῆς χώρας, κατὰ μῆνα κόρους σίτου μυρίους· ὁ δὲ κόρος ἐστὶν ἀρταβῶν ἕξ· καὶ οἴνου κόρους μυρίους· ὁ δὲ κόρος τοῦ οἴνου ἐστὶ μέτρα δέκα. τὸ δὲ ἔλαιον καὶ τὰ ἄλλα χορηγηθήσεται αὐτοῖς ἐκ τῆς Ἰουδαίας, ἱερεῖα δὲ εἰς κρεωφαγίαν ἐκ τῆς Ἀραβίας. Σούρων Σολομῶνι βασιλεῖ μεγάλῳ χαίρειν Εὐλογητὸς ὁ θεός, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν, ὃς εἵλετο ἄνθρωπον χρηστὸν ἐκ χρηστοῦ ἀνδρός· ἅμα τῷ ἀναγνῶναι τὴν παρὰ σοῦ ἐπιστολὴν σφόδρα ἐχάρην καὶ εὐλόγησα τὸν θεὸν ἐπὶ τῷ παρειληφέναι σὲ τὴν βασιλείαν.  περὶ δὲ ὧν γράφεις μοι, περὶ τῶν κατὰ τοὺς λαοὺς τοὺς παρ᾽ ἡμῖν, ἀπέσταλκά σοι Τυρίων καὶ Φοινίκων ὀκτακισμυρίους καὶ ἀρχιτέκτονά σοι ἀπέσταλκα ἄνθρωπον Τύριον, ἐκ μητρὸς Ἰουδαίας, ἐκ τῆς φυλῆς τῆς Δαβίδ. ὑπὲρ ὧν ἂν αὐτὸν ἐρωτήσῃς τῶν ὑπὸ τὸν οὐρανὸν πάντων κατ᾽ ἀρχιτεκτονίαν, ὑφηγήσεταί σοι καὶ ποιήσει.  περὶ δὲ τῶν δεόντων καὶ ἀποστελλομένων σοι παίδων καλῶς ποιήσεις ἐπιστείλας τοῖς κατὰ τόπον ἐπάρχοις, ὅπως χορηγῆται τὰ δέοντα.  Διελθὼν δὲ Σολομῶν, ἔχων τοὺς πατρικοὺς φίλους, ἐπὶ τὸ ὄρος τὸ τοῦ Λιβάνου μετὰ τῶν Σιδωνίων καὶ Τυρίων, μετήνεγκε τὰ ξύλα τὰ προκεκομμένα ὑπὸ τοῦ πατρὸς αὐτοῦ διὰ τῆς θαλάσσης εἰς Ἰόππην, ἐκεῖθεν δὲ πεζῇ εἰς Ἱεροσόλυμα. καὶ ἄρξασθαι οἰκοδομεῖν τὸ ἱερὸν τοῦ θεοῦ, ὄντα ἐτῶν τρισκαίδεκα, ἐργάζεσθαι δὲ τὰ ἔθνη τὰ προειρημένα καὶ φυλὰς δώδεκα τῶν Ἰουδαίων καὶ παρέχειν ταῖς ἑκκαίδεκα μυριάσι τὰ δέοντα πάντα, κατὰ μῆνα φυλὴν μίαν. θεμελιῶσαί τε τὸν ναὸν τοῦ θεοῦ, μῆκος πηχῶν ξ ́, πλάτος πηχῶν ξ ́, τὸ δὲ πλάτος τῆς οἰκοδομῆς καὶ τῶν θεμελίων πηχῶν ι ́. οὕτω γὰρ αὐτῷ προστάξαι Νάθαν τὸν προφήτην τοῦ θεοῦ.  οἰκοδομεῖν δὲ ἐναλλὰξ δόμον λίθινον καὶ ἔνδεσμον κυπαρίσσινον, πελεκίνοις χαλκοῖς ταλαντιαίοις καταλαμβάνοντα{σ} τοὺς δύο δόμους. οὕτω δ᾽ αὐτὸν οἰκοδομήσαντα ξυλῶσαι ἔσωθεν κεδρίνοις ξύλοις καὶ κυπαρισσίνοις, ὥστε τὴν λιθίνην οἰκοδομὴν μὴ φαίνεσθαι· χρυσῶσαί τε τὸν ναὸν ἔσωθεν χωννύντα πλινθία χρυσᾶ πενταπήχη καὶ προστιθέναι προσηλοῦντα ἥλοις ἀργυροῖς, ταλαντιαίοις τὴν ὁλκήν, μαστοειδέσι τὸν ῥυθμόν, τέσσαρσι δὲ τὸν ἀριθμόν.  οὕτω δ᾽ αὐτὸν χρυσῶσαι ἀπὸ ἐδάφους ἕως τῆς ὀροφῆς τό τε ὀρόφωμα ποιῆσαι ἐκ φατνωμάτων χρυσῶν, τὸ δὲ δῶμα ποιῆσαι χαλκοῦν ἀπὸ κεραμίδων χαλκῶν, χαλκὸν χωνεύσαντα καὶ τοῦτον καταχέαντα. ποιῆσαι δὲ δύο στύλους χαλκοῦς καὶ καταχρυσῶσαι αὐτοὺς χρυσίῳ ἀδόλῳ, δακτύλου τὸ πάχος.  εἶναι δὲ τοὺς στύλους τῷ ναῷ ἰσομεγέθεις, τὸ δὲ πλάτος κύκλῳ ἕκαστον κίονα πηχῶν δέκα· στῆσαι δὲ αὐτοὺς τοῦ οἴκου ὃν μὲν ἐκ δεξιῶν, ὃν δὲ ἐξ εὐωνύμων. ποιῆσαι δὲ καὶ λυχνίας χρυσᾶς {δέκα}, δέκα τάλαντα ἑκάστην ὁλκὴν ἀγούσας, ὑπόδειγμα λαβόντα τὴν ὑπὸ Μωσέως ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου τεθεῖσαν·  στῆσαι δ᾽ ἐξ ἑκατέρου μέρους τοῦ σηκοῦ τὰς μὲν ἐκ δεξιῶν, τὰς δὲ ἐξ εὐωνύμων. ποιῆσαι δ᾽ αὐτὸν καὶ λύχνους χρυσοῦς ο ́, ὥστε καίεσθαι ἐφ᾽ ἑκάστης λυχνίας ἑπτά. οἰκοδομῆσαι δὲ καὶ τὰς πύλας τοῦ ἱεροῦ καὶ κατακοσμῆσαι χρυσίῳ καὶ ἀργυρίῳ· καὶ καταστεγάσαι φατνώμασι κεδρίνοις καὶ κυπαρισσίνοις.  ποιῆσαι δὲ καὶ κατὰ τὸ πρὸς βορρᾶν μέρος τοῦ ἱεροῦ στοὰν καὶ στύλους αὐτῇ ὑποστῆσαι χαλκοῦς μη ́· κατασκευάσαι δὲ καὶ λουτῆρα χαλκοῦν, μῆκος πηχῶν κ ́ καὶ πλάτος πηχῶν κ ́, τὸ δὲ ὕψος πηχῶν ε ́· ποιῆσαι δὲ ἐπ᾽ αὐτῷ στεφάνην πρὸς τὴν βάσιν ἔξω ὑπερέχουσαν πῆχυν ἕνα πρὸς τὸ τοὺς ἱερεῖς τούς τε πόδας προσκλύζεσθαι καὶ τὰς χεῖρας νίπτεσθαι ἐπιβαίνοντας· ποιῆσαι δὲ καὶ τὰς βάσεις τοῦ λουτῆρος τορευτὰς χωνευτὰς δώδεκα καὶ τῷ ὕψει ἀνδρομήκεις καὶ στῆσαι ἐξ ὑστέρου μέρους ὑπὸ τὸν λουτῆρα, ἐκ δεξιῶν τοῦ θυσιαστηρίου.  ποιῆσαι δὲ καὶ βάσιν χαλκῆν τῷ ὕψει πηχῶν δυοῖν κατὰ τὸν λουτῆρα, ἵν ́ ἐφεστήκῃ ἐπ᾽ αὐτῆς ὁ βασιλεύς, ὅταν προσεύχηται, ὅπως ὀπτάνηται τῷ λαῷ τῶν Ἰουδαίων. οἰκοδομῆσαι δὲ καὶ τὸ θυσιαστήριον πηχῶν κε ́ ἐπὶ πήχεις κ ́, τὸ δὲ ὕψος πηχῶν δώδεκα.  ποιῆσαι δὲ καὶ δακτυλίους δύο χαλκοῦς ἁλυσιδωτοὺς καὶ στῆσαι αὐτοὺς ἐπὶ μηχανημάτων ὑπερεχόντων τῷ ὕψει τὸν ναὸν πήχεις κ ́ καὶ σκιάζειν ἐπάνω παντὸς τοῦ ἱεροῦ· καὶ προσκρεμάσαι ἑκάστῃ δίκτυϊ κώδωνας χαλκοῦς ταλαντιαίους τετρακοσίους· καὶ ποιῆσαι ὅλας τὰς δίκτυας πρὸς τὸ ψοφεῖν τοὺς κώδωνας καὶ ἀποσοβεῖν τὰ ὄρνεα, ὅπως μὴ καθίζῃ ἐπὶ τοῦ ἱεροῦ μηδὲ νοσσεύῃ ἐπὶ τοῖς φατνώμασι τῶν πυλῶν καὶ στοῶν καὶ μολύνῃ τοῖς ἀποπατήμασι τὸ ἱερόν.  περιβαλεῖν δὲ καὶ τὰ Ἱεροσόλυμα τὴν πόλιν τείχεσι καὶ πύργοις καὶ τάφροις· οἰκοδομῆσαι δὲ καὶ βασίλεια ἑαυτῷ.  προσαγορευθῆναι δὲ τὸ ἀνάκτορον πρῶτον μὲν ἱερὸν Σολομῶνος, ὕστερον δὲ παρεφθαρμένως τὴν πόλιν ἀπὸ τοῦ ἱεροῦ Ἱερουσαλὴμ ὀνομασθῆναι, ὑπὸ δὲ τῶν Ἑλλήνων φερωνύμως Ἱεροσόλυμα λέγεσθαι.  συντελέσαντα δὲ τὸ ἱερὸν καὶ τὴν πόλιν τειχίσαντα ἐλθεῖν εἰς Σηλὼμ καὶ θυσίαν τῷ θεῷ εἰς ὁλοκάρπωσιν προσαγαγεῖν βοῦς χιλίους. λαβόντα δὲ τὴν σκηνὴν καὶ τὸ θυσιαστήριον καὶ τὰ σκεύη, ἃ ἐποίησε Μωσῆς, εἰς Ἱεροσόλυμα ἐνεγκεῖν καὶ ἐν τῷ οἴκῳ θεῖναι.  καὶ τὴν κιβωτὸν δὲ καὶ τὸν βωμὸν τὸν χρυσοῦν καὶ τὴν λυχνίαν καὶ τὴν τράπεζαν καὶ τὰ ἄλλα σκεύη ἐκεῖ καταθέσθαι, καθὼς προστάξαι αὐτῷ τὸν προφήτην.  προσαγαγεῖν δὲ τῷ θεῷ θυσίαν μυρίαν, πρόβατα δισχίλια, μόσχους τρισχιλίους πεντακοσίους. τὸ δὲ σύμπαν χρυσίον τὸ εἰς τοὺς δύο στύλους καὶ τὸν ναὸν καταχρησθὲν εἶναι τάλαντα μυριάδων υξ ́· εἰς δὲ τοὺς ἥλους καὶ τὴν ἄλλην κατασκευὴν ἀργυρίου τάλαντα χίλια διακόσια τριάκοντα δύο· χαλκοῦ δὲ εἰς τοὺς κίονας καὶ τὸν λουτῆρα καὶ τὴν στοὰν τάλαντα μύρια ὀκτακισχίλια πεντήκοντα.  ἀποπέμψαι δὲ τὸν Σολομῶνα καὶ τοὺς Αἰγυπτίους καὶ τοὺς Φοίνικας, ἑκάστους εἰς τὴν ἑαυτῶν, ἑκάστῳ χρυσοῦ σίκλους δόντα δέκα· τὸ δὲ τάλαντον εἶναι σίκλον. καὶ τῷ μὲν Αἰγύπτου βασιλεῖ Οὐαφρῇ ἐλαίου μετρητὰς μυρίους, φοινικοβαλάνων ἀρτάβας χιλίας, μέλιτος δὲ ἀγγεῖνα ἑκατὸν καὶ ἀρώματα πέμψαι·  τῷ δὲ Σούρωνι εἰς Τύρον πέμψαι τὸν χρυσοῦν κίονα, τὸν ἐν Τύρῳ ἀνακείμενον ἐν τῷ ἱερῷ τοῦ Διός.

 

….

 

But Eupolemus says, in some comment on the prophecy of Elias, that Moses prophesied forty years; then Jesus the sou of Nave thirty years, and he lived a hundred and ten years, and pitched the holy tabernacle in Silo. And afterwards Samuel rose up as a prophet: and then by God’s -will Saul was chosen king by Samuel, and died after a reign of twenty-one years. Then his son David reigned, who subdued the Syrians which live beside the river Euphrates, and Commagene, and the Assyrians in Galadene, and the Phoenicians; he also made expeditions against the Edomites, and Ammonites, and Moabites, and Ituraeans, and Nabathaeans, and Nabdaeans. And again he made an expedition against Suron king of Tyre and Phoenicia; and compelled these nations to pay tribute to the Jews; and contracted a friendly alliance with Vaphres king of Egypt.

‘And when David wished to build a temple for God, he entreated God to point out to him a place for the altar; whereupon there appeared to him an angel standing above the place, where the altar is built in Jerusalem, who commanded him not to build the temple, because he was defiled with men’s blood and had passed many years in war. And the angel’s name was Dianathan; and he bade him commit the building of the temple to his son, but himself to prepare the things pertaining to the building, gold, silver, brass, stones, cypress wood and cedar.

‘And on bearing this David built ships in Aelan a city of Arabia, and sent miners to the island Drphe which lies in the Red Sea, and contains gold mines. And thence the miners transported the gold into Judaea. When David had reigned forty years he gave over the government to Solomon his son, who was twelve years old, in the presence of Eli the High Priest and the twelve princes of the tribes, and delivered to him the gold and silver and brass and stone and cypress wood and cedar. Then David died, and Solomon was king, and wrote to Vaphres king of Egypt the letter which is transcribed below.

 

“King Solomon to Vaphres king of Egypt, his father’s friend, greeting. Know thou that I have succeeded to the kingdom of my father David by the help of the Most High God, who has also enjoined on me to build a temple to the God who made heaven and earth: and withal to write to thee, to send me some of thy peoples, who shall stay and help me, until we shall have completed all things that are required, according to the injunction laid on me.”

 

“King Vaphres to Solomon the great king, greeting. I rejoiced much when I read thy letter, and both I and all my kingdom kept a festive day in honour of thy succession, to the throne after a man so good and approved by so great a God. But as to what thou writest to me concerning the men among our peoples here, I have sent thee eighty thousand, and have clearly explained to thee their numbers and the places from which they come: from the Sebrithitic nome tea thousand, and from the Mendesian and Sebennytic twenty thousand: from the nomes of Busiris Leonto-polis and Athribites ten thousand each. And do thou carefully provide what things they require, and for the rest, that they may be in good order, and may be restored to their own country, as soon as they cease to be wanted.”

 

“King Solomon to Suron king of Tyre and Sidon and Phoenicia, his father’s friend, greeting. Know thou that I have received the kingdom from my father David by help of the Most High God, who also enjoined on me to build a temple to the God who made the heaven and the earth, and withal to write to thee to send me some men from thy peoples, who shall stay and help us until we have fulfilled the requirement of God, according to the injunction laid upon me. I have written also to Galilee, and Samaria, and the land of Moab, and Ammon, and Gilead, to supply them with necessaries from the country every month, ten thousand cors of corn (a cor is six artabae) and ten thousand homers of wine (the homer of wine is ten measures): and oil and the rest shall be supplied to them from Judaea, and from Arabia, victims for sacrifice on which to feed.”

 

“Suron to Solomon the great king, greeting. Blessed be God, who made the heaven and the earth, who hath chosen a worthy son of a worthy father. As soon as I read thy letter I rejoiced greatly, and gave praise to God for thy succession to the kingdom. And as to what thou writest concerning the men in our various peoples, I have sent thee of Tyrians and Phoenicians eighty thousand, and as chief architect I have sent thee a man of Tyre, of a Jewish mother of the tribe of David: on whatsoever thou shalt ask him of all things under heaven, relating to architecture, he will give thee advice, and will carry out the work. And with regard to necessary provisions, and to the servants whom I send to thee, thou wilt do well in commanding the local governors, that all things necessary he provided.”

 

When Solomon with his father’s friends had passed over to mount Lebanon with the Sidonians and Tyrians, he transported the timber which had previously been cut by his father to Joppa by sea, and thence by land to Jerusalem. And he began to build the temple of God when he was thirteen years old: and the work was done by the nations before-mentioned, and the twelve tribes of the Jews supplied the hundred and sixty thousand with all things necessary, one tribe each month; and they laid the foundations of the temple of God, sixty cubits in length, and sixty cubits in breadth, but the breadth of the building and of the foundations was ten cubits, for so had Nathan the prophet of God commanded him. And they built alternately a course of stone and a beam of cypress-wood, fastening the two courses together with bronze cramps of a talent in weight. And when he had built it thus, he boarded it outside with planks of cedar and cypress, so that the stone building was not visible: and covered the temple with gold on the inside, by piling up bricks of gold five cubits long, and nailing them to the walls with silver nails of a talent in weight, four in number, and shaped like a breast. Thus he covered it with gold from floor to roof, and the ceiling he made of golden panels, and the roof he made of brass, that is of brass tiles, having smelted brass and poured it into moulds. He made also two columns of brass, and covered them with pure gold, a finger’s breadth in thickness. And the columns were as high as the temple, and in size each pillar ten cubits in circumference: and they stood one on the right side of the house, and the other on the left. He made also golden lamp-stands, weighing ten talents each, having taken as a pattern the lamp-stand set by Moses in the tabernacle of the Testimony. And he set them on either side of the shrine, some on the right and some on the left. He made also seventy golden lamps, so that there might be seven burning on each lamp-stand. He built also the gates of the temple, and adorned them with gold and silver, and roofed them over with panels of cedar and cypress. He made a porch also on the north side of the temple, and supported it on forty-eight pillars of brass. He made also a brazen laver, twenty cubits in length, and twenty cubits in width, and five cubits high. And upon it he made a brim projecting on the outside towards the base one cubit, in order that the priests might stand up on it, and wash their feet and hands. Also he made the bases of the laver, twelve in number, molten and chased, and of the height of a man, and set them at the hinder side beneath the laver, on the right side of the altar. He made also a brazen step two cubits high, near the laver, that the king might stand upon it, when praying, so that he might be seen by the Jewish people. Also he built the altar of twenty-five cubits by twenty cubits, and twelve cubits high. He made also two brazen rings of chain-work, and set them upon machines rising twenty cubits in height above the temple, and they cast a shadow over the whole temple: and to each net-work he hung four hundred brass bells of a talent in weight, and the net-works he made solid, that the bells might sound, and frighten away the birds, that they might not settle upon the temple, nor nest upon the panels of the gates and porches, and defile the temple with their dung. He also surrounded the city Jerusalem with walls and towers and moats, and built a palace for himself. And the Lord’s house was at first called the Temple of Solomon; afterwards by a corruption the city was named Hierusalem from the Temple, but by the Greeks was called Hierosolyma after the king’s name. And when he had completed the Temple and the walls of the city, he went to Shiloh, and offered a thousand oxen for a burnt-offering. And he took the Tabernacle, and the altar, and the vessels which Moses made, and brought them to Jerusalem, and put them in the house. Moreover the Ark, and the golden altar, and the lamp-stand, and the table, and the other vessels he deposited there, as the prophet commanded him. And he offered to God an immense sacrifice, two thousand sheep, three thousand five hundred calves. And the whole amount of gold which was expended upon the two pillars and the temple was four millions six hundred thousand talents: and upon the nails and the rest of the furniture one thousand two hundred and thirty-two talents of silver: and of brass for the columns and the laver and the porch eighteen thousand and fifty talents. And Solomon sent away both the Egyptians and the Phoenicians each to their own country, having given to every man ten shekels of gold; now the shekel is a talent. And to Vaphres the king of Egypt he sent ten thousand measures of oil, a thousand measures of dates, a hundred vessels of honey, and spices. And to Suron at Tyre he sent the golden pillar which is dedicated in the temple of Zeus at Tyre.

 

….

Ποιῆσαι δέ φησιν ὁ Εὐπόλεμος τὸν Σολομῶνα καὶ ἀσπίδας χρυσᾶς χιλίας, ὧν ἑκάστην πεντακοσίων εἶναι χρυσῶν. βιῶσαι δὲ αὐτὸν ἔτη πεντήκοντα δύο, ὧν ἐν εἰρήνῃ βασιλεῦσαι ἔτη μ ́. And Eupolemus says that Solomon made also a thousand golden shields, each of which weighed five hundred staters of gold. He lived fifty-two years, of which he reigned forty in peace.

 

From Eusebius, Preparation 9.39:

 

Ἐπὶ τούτοις καὶ τῆς Ἱερεμίου προφητείας τοῦ Πολυΐστορος μνήμην πεποιημένου, ἡμᾶς ἀποσιωπῆσαι ταύτην πάντων ἂν εἴη παραλογώτατον. κείσθω τοίνυν καὶ αὕτη· Εἶτα Ἰωναχείμ· ἐπὶ τούτου προφητεῦσαι Ἱερεμίαν τὸν προφήτην. τοῦτον ὑπὸ τοῦ θεοῦ ἀποσταλέντα καταλαβεῖν τοὺς Ἰουδαίους θυσιάζοντας εἰδώλῳ χρυσῷ, ὧͺ εἶναι ὄνομα Βάαλ. τοῦτον δὲ αὐτοῖς τὴν μέλλουσαν ἀτυχίαν δηλῶσαι. τὸν δὲ Ἰωναχεὶμ ζῶντα αὐτὸν ἐπιβαλέσθαι κατακαῦσαι· τὸν δὲ φάναι τοῖς ξύλοις τούτοις Βαβυλωνίοις ὀψοποιήσειν καὶ σκάψειν τὰς τοῦ Τίγριδος καὶ Εὐφράτου διώρυχας αἰχμαλωτισθέντας. τὸν δὲ τῶν Βαβυλωνίων βασιλέα ἀκούσαντα Ναβουχοδονόσορ τὰ ὑπὸ τοῦ Ἱερεμίου προμαντευθέντα παρακαλέσαι Ἀστιβάρην τὸν Μήδων βασιλέα συστρατεύειν αὐτῷ. παραλαβόντα δὲ Βαβυλωνίους καὶ Μήδους καὶ συναγαγόντα πεζῶν μὲν ὀκτωκαίδεκα, ἱππέων δὲ μυριάδας δώδεκα καὶ πεζῶν ἅρματα μυρία, πρῶτον μὲν τὴν Σαμαρεῖτιν καταστρέψασθαι καὶ Γαλιλαίαν καὶ Σκυθόπολιν καὶ τοὺς ἐν τῇ Γαλααδίτιδι οἰκοῦντας Ἰουδαίους· αὖθις δὲ τὰ Ἱεροσόλυμα παραλαβεῖν καὶ τὸν Ἰουδαίων βασιλέα Ἰωναχεὶμ ζωγρῆσαι· τὸν δὲ χρυσὸν τὸν ἐν τῷ ἱερῷ καὶ ἄργυρον καὶ χαλκὸν ἐκλέξαντα εἰς Βαβυλῶνα ἀποστεῖλαι, χωρὶς τῆς κιβωτοῦ καὶ τῶν ἐν αὐτῇ πλακῶν· ταύτην δὲ τὸν Ἱερεμίαν κατασχεῖν.

 

Besides this, as Polyhistor has made mention of the prophecy of Jeremiah, it would be a most unreasonable thing for us to pass it over in silence. Let this then also be set down: “Then Jonachim: in his time prophesied Jeremiah the prophet. He was sent by God, and found the Jews sacrificing to a golden image, the name of which was Baal. And he foreshowed to them the calamity which was to come. Jonachim then attempted to burn him alive: but he said that with that fuel they should cook food for the Babylonians, and as prisoners of war should dig the canals of the Tigris and Euphrates. When Nebuchadnezzar, king of the Babylonians, had heard of the predictions of Jeremiah, he summoned Astibares, the king of the Medes, to join him in an expedition. And having taken with him Babylonians and Medes, and collected a hundred and eighty thousand infantry and a hundred and twenty thousand cavalry, and ten thousand chariots, he first subdued Samaria, and Galilee, and Scythopolis, and the Jews who lived in the region of Gilead; and afterwards took Jerusalem, and made Jonachim, the king of the Jews, a prisoner. And the gold that was in the temple, and the silver and brass, they chose out and sent to Babylon, except the Ark and the tables that were in it: but this Jeremiah retained.”

 

[This fragment is assigned to Eupolemus on internal grounds only, as Polyhistor makes no external attribution.]

Leave a Reply